Ancient Greek · ~2 min
408. Ὗς καὶ Κύων. (C.68. P.230. S. 220.)
Aesopus Scr. Fab. et Aesopica, Fables 408. Ὗς καὶ Κύων. (C.68. P.230. S. 220.)
Not analysed yet
Ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν ἀναδῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· ,,καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπʼ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδʼ ὅλως εἰς ἱερὸν προσίεται. “Καὶ ἡ ὗς· ,,διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σύ μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα. “Ὀ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.