Ancient Greek · ~1 min
409. Ὗς καὶ Κύων. (C. 69.)
Aesopus Scr. Fab. et Aesopica, Fables 409. Ὗς καὶ Κύων. (C. 69.)
Not analysed yet
Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον· ἔφη δʼ ἡ κύων, εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· ,,ἀλλʼ ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλούς τοὺς σαυτῆς σκύλακας τίκτεις. “Ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλʼ ἐν τῇ τελειότητι κρίνεται.