Ancient Greek · ~2 min
410. Φαλακρὸς ἱππεύς. (C.283. F.326.)
Aesopus Scr. Fab. et Aesopica, Fables 410. Φαλακρὸς ἱππεύς. (C.283. F.326.)
Not analysed yet
Φαλακρός τις, ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ, ἵππευεν. Ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας· γέλως δὲ πλατύς τοὺς παρεστῶτας εἶχε. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· ,,τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἵ καὶ τὸν ἔχοντα ταύτας, μεθʼ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον; “Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις αὐτῷ· ὅ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ οὖν ἀπελευσόμεθα.