Ancient Greek · ~5 min
416b. Ἄλλως. Χελιδόνες καὶ Κύκνοι. (C. 336. F. 408.)
Aesopus Scr. Fab. et Aesopica, Fables 416b. Ἄλλως. Χελιδόνες καὶ Κύκνοι. (C. 336. F. 408.)
Not analysed yet
Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν μουσικὴν, ἀλλʼ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τούς ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἅ δὲ καὶ ᾄδοιεν, ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. ,,Ἡμῶν δὲ· ἔφασαν ,,εἰσὶν αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες. “Οί δὲ μόλις μὲν αὐτὰς ήξίωσαν καὶ λόγον, τῆς ἀδολεσχίας μισήσαντες· ἐπεὶ δὲ ήξίωσαν· ,,ἀλλʼ ἡμῶν μὲν ἕνεκεν, ὧ αὗταί, κἄν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστʼ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλʼ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι, καὶ ᾀδούσας ἀποστρέφονται, καὶ μάλα ἐν δίκῃ, αἵγε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλʼ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρύμεναι καὶ τὸ ἐφʼ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν; “