Ancient Greek · ~2 min
420b. λῶς. (C. p. 188 et p.398. F. 173.)
Aesopus Scr. Fab. et Aesopica, Fables 420b. λῶς. (C. p. 188 et p.398. F. 173.)
Not analysed yet
Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ ἔφη· ,,ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω. “Ὁ δέ ,,λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην; “Ἀλώπηξ δʼ ἡ δικαία καὶ σοφωτάτη ἔταξεν ὀδὸν τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. Ὁ δὲ λαγωὸς, θαδῥῶν τοῖς ποσὶν, ἐκοιμήθη· καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην. Ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομιᾳ τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.