Ancient Greek · ~2 min
43. Ἀλώπηξ καὶ Πίθηκος. (S.14. C. 374. B.81.)
Aesopus Scr. Fab. et Aesopica, Fables 43. Ἀλώπηξ καὶ Πίθηκος. (S.14. C. 374. B.81.)
Not analysed yet
Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρων διεξιόντων, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος· τῆς δʼ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, ἔφη· ,,ἀλλʼ οὐ μέλλω κλαίειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; “Κἀκείνη πρὸς αὐτὸν ἔφη· ,,ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστάς σε ἐλέγξει. “Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.