Ancient Greek · ~2 min
6. Ἀετὸς καὶ Ἄνθρωπος. (F. 23. (C. 147 et p. 345.)
Aesopus Scr. Fab. et Aesopica, Fables 6. Ἀετὸς καὶ Ἄνθρωπος. (F. 23. (C. 147 et p. 345.)
Not analysed yet
Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν· ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ. “Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.