Ancient Greek · ~3 min
76b. Ἄλλως. (C. 167 et p.355. F. 37.)
Aesopus Scr. Fab. et Aesopica, Fables 76b. Ἄλλως. (C. 167 et p.355. F. 37.)
Not analysed yet
Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὑτῶν ἀναρχίᾳ, πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παράσχῃ. Ὁ δὲ συνιδών αὐτῶν τὴν εὐήθειαν, ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῷ φόβῳ οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτούς κατέδυον. Χρόωου δὲ πολλοῦ παρωχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι αὐτόν. Τότε δʼ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν. Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν ἔπεμψεν, ἥτις ἕνα καθʼ ἕνα τῶν βατράχων ἤσθιεν. Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι, καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.