Ancient Greek · ~1 min
81. Βοηλάτης καὶ Ἡρακλῆς. (C. 335. B. 20.)
Aesopus Scr. Fab. et Aesopica, Fables 81. Βοηλάτης καὶ Ἡρακλῆς. (C. 335. B. 20.)
Not analysed yet
Βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων ἀσπαζόμενος ἐτίμα. Ὁ δὲ θεὸς ἐπιστας εἶπε· ,,τῶν τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοιγε μάτην εὔχου. “