Ancient Greek · ~2 min
9. Ἀηδὼν καὶ Ἱέραξ. (S. 4. C. 3 et p. 281. F. 2.)
Aesopus Scr. Fab. et Aesopica, Fables 9. Ἀηδὼν καὶ Ἱέραξ. (S. 4. C. 3 et p. 281. F. 2.)
Not analysed yet
Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν· ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν· ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο μεθεῖναι αὐτὴν, λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱἐρακος γαστέρα αὐτὴ πληρῶσαι· δεῖν δὲ αὐτὸν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· ,,ἀλλ’ ἔγωγε ἀπόπληκτος ἄν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. “Ὁ λόγος δηλοῖ, ὡς οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἳ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.