Ancient Greek · ~2 min
98b. Ἄλλως. (S. 42.)
Aesopus Scr. Fab. et Aesopica, Fables 98b. Ἄλλως. (S. 42.)
Not analysed yet
Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς ἔφη· ,,τεκνία μου, ἐν ἐνί μου τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται. “Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δʼ ἄμπελος πολλαπλασίονα τὴν φορὰν αὐτοῖς ἀντεδίδου. Ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις