# Fabulae Libanii 2

Aesop, Fabulae Libanii, Fable 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aesopus-scr-fab-et-aesopica/fabulae-libanii/2

ΧΕΛΩΝΗ ΚΑΙ ΙΠΠΟΣ σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλα ζῷα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τῇ χελώνῃ λυπηρὸς ἦν προφέρων τὴν βραδύτητα. ἡ δὲ ἤλγησε τοῖς ὀνείδεσι καὶ ποιεῖται πρόκλησιν εἰς δρόμον. τῷ δὲ ἵππῳ γέλως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλωτος δέ τι καὶ τοῖς ἄλλοις ζῴοις ἐνέπεσεν εἰς τὸ παράλογον ὁρῶσι τῆς φύσεως. ἐγκειμένης δὲ τῆς χελώνης καὶ δυσχυριζομένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῷα τὸν ἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸ στάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν ἵππος ἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴς καὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶ μεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄνθρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη, καὶ ἐμειδία τὸ θέατρον ὡς παραπαιούσης τῆς χελώνης. ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερ καὶ πρῴην πεπεδημένος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇ δὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην. καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ' οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίως ἐκεῖνος οὐκ εὖ πεφυκώς.

---

Aesopus Scr. Fab. et Aesopica, Fabulae Libanii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0096.tlg005.local001/.
