# Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 29

Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta, ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΑΓΑΘΑΡΧΙΔΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΕΡΥΘΡΑΝ ΘΑΛΑΣΣΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agatharchides/ex-agatharchidis-de-maris-erythraeo-libri-excerpta/29

29. Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπίπονον καὶ τὴν φυλακήν σφαλερὰν καὶ τὴν σπουδὴν μεγίστην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κειμένην, τήν τε ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιοτάτην. Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βασιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσα, ποτὲ μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συνελθόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος , ποτὶ δὲ Μήδων καὶ Περσῶν ἐπικρατησάντων. Εὑρίσκονται δὲ ἔτι καὶ καθʼ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπʼ ἐκείνων κατασκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω τὴν τοῦ σιδήρου κατ᾿ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώδεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ᾿ αὐτὴν τήν θάλασσαν. 29. Ἡ μὲν οὗν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται· αὐτὴ γὰρ ἡ φύσις, οἴομαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλα- κὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης. Ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα.

---

Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0067.tlg001.local001/.
