Ancient Greek · ~1 min
Chapter 1
Agathemerus, Geographiae Informatio 1.Περὶ τῆς τῶν παλαιῶν Γεωγραφίας. Κεφ. αʹ.
Not analysed yet
Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι. Μεθ᾿ ὃν Ἑκαταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς, διηκρίβωσεν, ὥστε θαυμασθῆναι τὸ πρᾶγμα. Ἑλλάνικος γὰρ Λέσβιος ἀνὴρ πολυΐστωρ ἀπλάστως παρέδωκε· τὴν ἱστορίαν. Εἶτα Δαμάστης ὁ Κιττιεὺς τὰ ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. Ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς τῆς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο.