Ancient Greek
Chapter 3
Agathemerus, Geographiae Informatio 3.10
Not analysed yet
Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ. τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ θ͵σνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ θ͵οβʹ, συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων θ͵. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.