Ancient Greek · ~5 min
Chapter 5
Agathemerus, Geographiae Informatio 5.Τῶν Νήσων ἀναμέτρησις. Κεφ άλαιον εʹ.
Not analysed yet
Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ. πλάτος σταδίων ιϛʹ. ὁ δὲ καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδ. ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιάρεις καλοῦσιν (οἱ γὰρ σφενδονίται οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος ἔχει σταδίων α͵σʹ, πλάτος σταδίων υʹ. ἡ ἐλάττων σταδίων τʹ. Αἱ δὲ Στοιχάδες, αἱ φερώνυμοι ἑξῆς ἐπ' εὐθείας, κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων, αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. Ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς πώλου ἴχνος, μεσόκοιλος, τὸ μῆκος Βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἐλάττων ἢ ἥμισυ τῆς Σαρδοῦς, μῆκος ἔχει. Ἀφετήριον δ᾿ εἰς Σαρδῶ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων βσʹ. Τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν, πλευρὰ νήσου ἀπὸ πελώρου εἰς Πάχυνον στάδια α͵λζʹ. ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια α͵χʹ. κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια α͵ψʹ. ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια α͵χʹ.