# Epigrammata 88

Agathias Scholasticus, Epigrammata, Section 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/epigrammata/88
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/agathias-scholasticus/epigrammata/88
CTS URN: urn:cts:greekLit:tlg4024.tlg002:88

88.* (XI, 354.) Palladae in Anth. Plan. p. 188. Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης, τοῖα περὶ ψυχῆς τις ἀνείρετο· πῶς θέμις εἰπεῖν τὴν ψυχὴν, θνητὴν ἢ πάλιν ἀθάνατον; σῶμα δὲ δεῖ καλέειν ἢ ασώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;” αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους, καὶ πάρα τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην. εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν· „εἴπερ ὅλως ἔστι ψυχῆς φύσις, οὐδὲ γὰρ ἢ θνητὴ πάντως ἐστιν ἢ ἀθάνατος, στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι, ὡς ὁ πότων. εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον. καὶ κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν, μοῦνον ὅπερ ζητεῖς τοῦθ’ ὑπολειπόμενος.”

---

Agathias Scholasticus, Epigrammata, ed. B.G. Niebuhr. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg002.local001/.
