# Historiae 13-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/13-2

ιγ΄. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους μαχίμους ἀποκεκριμένοι, οἱ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθηκότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐ- τίκα οἱ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον, τῷ ἐν ὄρει τε κεῖσθαι ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀπο- τόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἶδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ’ αὐτοὺς ἴοι. ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβαρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιττόρων καλουμένων,, Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίττορες,) ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργό- τατος, καὶ οἶος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλλεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθένδε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷον τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο, καὶ πάντοθεν ἐφρούρει ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον εἰσκομίζοιτο, μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾖ βούλοιντο ἴοιεν. ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστη ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια | καὶ τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὧς ἁλῶναι γε αὐτὸ οὐκ ἐνὸν, ἐσενήνεκτο. ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ, καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπιπολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς μὶν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ, τι καὶ μνήμης ἄξιον ἔπρασσον.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
