# Historiae 13

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/13

ιγ΄. Ταῦτα δὲ αὐτῶν ἐπιβοώντων, ,,ἆρα οὖν οὐχ ὑμεῖς’’ ἔφη ὁ Ναρσῆς ,,τοῖσδέ τε αἴτιοι ὀλέθρου γεγένησθε περιφρονήσαντές γε αὐτοὺς καὶ καταπροέμενοι; ὑμῖν τε αὐτοῖς οὐ τὰ χρηστὰ βουλευσάμενοι φανεῖσθε ὅρκον ἐπίορκον ὀμωμοκότες, καὶ ἀναίδην παρασπονδήσαντες. ἀλλ’ εἴ γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, καὶ ἔργῳ τὰ ξυγγειμ́ενα διανύσασθαι οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται, καὶ τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μὴ, οὐ τῶνδε πέρι ὑμῖν τολοιπὸν ἀλγητέον, ἀλλ᾿ ἤδη φράζεσθε ὅπως μὴ καὶ αὐτοὶ ἅπαντες ὅμοια πείσησθε. ταῦτα δὲ ἐπεὶ ἤκουον οἱ Λov- κάνοι, ἐξαπατᾷν γε αὐτὸν γ̔οῦντο καὶ φενακίζειν ἐπὶ τῇ τῶν κειμένων ἀναζωγρήσει. καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾖπερ ἐκεῖνοι ᾤοντο, προθυμότατα δὲ αὖθις ἀνωμολόγουν ὅμως καὶ ἐπώμνυντο, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ, ἐς ὅ, τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδυνατον εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι, εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀπ6οσείσασθαι τὸ ἐπίκλημά, καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελενσάμενος, ἀνίστησί τε αὐτοὺς ἀθρόον, καὶ ἐπεδείκνυντο τοἴς ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐπιδόντες αὐτοὺς, κατεπλήττοντο μὲν, ὥσπερ εἰκὸς, τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ᾿ ἦσαν οἳ καὶ ἀνήνοντο. ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες, καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅιμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν καὶ τὰ τῆς ἀπιοτιας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας ἐληλακότων, Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ μεγαλοφροσύνῃ, ἀφίησι τούτους εὐθὺς, καὶ ἐς τὰ οἰκεῖα ἐκ- Πέμπει, οὔτε λύτρα κομισάμενος, οὔτε ἄλλο τι τὴν πόλιν ὁμολογεῖν ἀναγκάσας. θαυμαζόντων δὲ τῶν Λουκανῶν, καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγνοούντων, ,,οὐ σύνηθες ἐμοί γε’’ ἔφη ,,βωμολοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστησονται.’’ καὶ ἅμα λέγων ἐπεδεικνυεν τὰ ξίφη. οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι, καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες, ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμελείας ὁπόσης ἔτυχον πρòς αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος, καἰ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀναγεκὸαμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅιπλω̣ν διαπράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλιμ́βουλον, καὶ ὡς πλείστους ἀναπείσειν τὰ 'Ρωμαιων λέσθαι.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
