# Historiae 14-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/14-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/agathias-scholasticus/historiae/14-2
CTS URN: urn:cts:greekLit:tlg4024.tlg001:14-2

ιδ'. Εἰρημένων δὲ καὶ τούτων, παλινῳδίαν, τὸ λεγομε- νον, ᾖδον οἱ Κόλχοι, καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι , μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα , αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν , ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε , οὔτε ἄλλο τι ἄχαρι κατὰ ῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ρούστικον , ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε συκοφαντίαν ἐμηχανήσαντο , καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἥ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα , βασιλέα δὲ σφισιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα , οὐδὲ ἐπηλύτην , ἀλλὰ Τζάθηντὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία. ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων τῇ συγκλήτῳ βουλῇ , ἔστειλε διασκοπήσοντά τε τὸ πραχθὲν ἔς τὸ ἀκριβὲς, καὶ κατὰ τοὺς ῾Ρωμαίων νόμους κρινοῦντα. καὶ δὴ παραγενόμενος, ῾Ρούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν, καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει · Ἰωάννη δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ , ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει, οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν· ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα , ἐφ’ ᾧ ἔξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην, παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
