Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 15.1
Not analysed yet
ιε'. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαντίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς πόλεις συχνὰς, νησιωτικάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι, κὼ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαίσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περι- λάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λειφθῆναι, ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν, ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἱ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οῖ τῶν νόμων ὑφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα, καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτός ἀνεδομήθη. καὶ γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἲν, πλὴν ἀλλ’ ουχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ’ οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἢ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἔμελλεν ἔσεσθαι. τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρεία, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησις τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρακότες, ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέν τε οἴκοι ὅστις οὐδεὶς, ἀλλ’ ἀνὰ τὰς λεω- φόρους τὰ πλήθη ξυνέῤῥει, τῷ ἀπροσδοκήτῳ δή που κὼ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. ἐμοὶ δέ γε καί αὐτῷ ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς πρὸ τῶν νόμων,) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἰ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι, οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς ἐφ’ ἑνὶ γὰρ ὑραίνονται λίθῳ). ἀλλὰ γὰρ καὶ ὅ, τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἶδε, οὑν τι που, οἶμαι, τὸ ἤδη παρῳχηκὸς, ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἄπο τρόπου ἐδόκει οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ γλαφυρὰ τῆς γῆς εἰργομένας, καὶ τῷ μὴ διαπνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, λεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης, ἐς τοὐμφανὲς ἀναχθεῖεν· οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη, ἐντεῦθέν τε οὐκ ἐμφορουμένην· εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ’ αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομένην. ἐπεὶ δὲ έν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴγε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα, καὶ κινδυνεύσοιεν τολοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνο- σιχ́θονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. ἴσως μὲν οὖν εἰ καὶ τι μέρος τῆς Αἰγύπτου κεκίνηται, ἀλλ᾿ οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι᾿ ὦν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἶόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε ὄντος ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; ἀπόχρη δὲ ἡμῖν, εἴγε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῆ κρείττονι ἅπαντα δωτέτακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾷν οὐ παντελῶς ἄχρηστονͅ ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα, καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνης ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε. ὁ δὲ λόγος αὖθις ἐς αὐτὸν ἐπανίτω.