# Historiae 16

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/16

ις΄. Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡνῆσος, ἡ πρὸς τῷ τέρματι τοῦ Αἰγαίου κειμένη, [ἐσείσθη καὶ] ἐλάχιστόν τι μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένπο πάθη. ἥ τε γὰρ θάλαττα ἐπιπλεῖστον ἀρθεῖσα, κατέκλυσεν τὰ παράκτια τῶν οἰκημάτων, καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις· τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἶον γεγενημένον, τὰ, ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοὶ, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες, εἴτε καὶ οἴκοι διαιτώμενοι, εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημμένοι. ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ, καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχὸν, ἐν παράπλῳ γὰρ κεῖται,) κατάραντι, οἰκτρόν τι πέφηνεν θέαμα, καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. ἅπαν μὲν γὰρ τὸ ἄστυ σχεδόν που χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον, καὶ λίθοι κείμενοι σποράδην, κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων, καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγινώσκεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπαθῆ, καἰ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερεμνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ ἀγροικότερον πεποιημένα. ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνε- φαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς. καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι τῇ πόλει πρὸς εὐκοσμίαν, ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα τὴν ἐφ’ Ἱπποκράτει μεγαλαυχία,. οἰκτείρειν μὲν ὗν τὰ τοιά- δε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι, ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων, οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὅλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκε. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους· οἰκήτορας ἀποβαλοῦσαι ἡφ᾿ ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
