# Historiae 18-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/18-2

ιη'. πλὴν ἀλλ’ ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι, καὶ αὖθις τοὐ προτέρου λόγου ἐχομένῳ, ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ τοὺς περσικοὺς πολέμους ἰτέα, ἔπει καὶ κάτα τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. Ῥωμαίοις γὰρ καὶ πέρσαις ἤδη μὲν ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῶ ἐς ἐμφανεῖς παρατάξεις χωροῦντες. ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ’ ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην, οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ’ ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Αρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. οἱ δὲ Λαζοί Κόλχοι τοπαλαιὸν ὠνομάζοντο, καὶ οὗτοι ἐκεῖνοι τυγ χάνουσιν ὄντες. τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκμαιρόμενος τῷ τε Φάσιδι κω Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων, καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα, καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρεψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ, ἀπόμοιράν τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων. οἳ δὴ οὖν, εἴτε Λαζοὶ, εἴτε Κόλχοι, εἴτε Αἰγύπτιοι μετανάσται, περιμάχητοι ἐν τῷ καθ᾿ ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ ῾Ρωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα, καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμονας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι, καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον πόντον ἀδεῶς ναυτιλλομένους, τὰ ἐνδότατα τῆς ῾Ρωμαίων ἀρχῆς ἀνιχνεύειν. τοιγάρτοι στράτευμά τε μέγιστον καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξεν, καὶ στρατηγοὺς επέστησεν τοὺς ἀρίστους. Βέσσας τεγὰρ καὶ Mαρτῖνος καὶ Βούζης ἡγεῖτο, ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων μὲν ἔτι κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
