# Historiae 19-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/19-2

ιθ΄. Μερμερόης δὲ, ὁ τῶν Περσῶν στρατηγὸς, ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο, καὶ· ἄττα ἐπεπράχει, ὃ δὴ ἔγωγε παρίημι, ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται,, τότε δὴ αὖθις ἐνθένδε γάρ μοι ἀρχομένῳ τὰ ἐφεξῆς ἁρμοστέον,) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβούλετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος, εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ, καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥωμαίους ἐκπλήξας, διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισμάτων παραστήσασθαι δυνηθείη. ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν. Μαρτῖνος γὰρ ὁ στρατηγὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος, φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον,) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. ἔστι δὲ καὶ ἄλλως τὸ χώριον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καἰ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινόμεναι στενωτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα D πέδια ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δεσεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ εἰνὶ ἀνδρὶ, καὶ τούτῳ εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τοί γε πλήθεσιν ὡπλι- σμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν πόνου ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σφαλερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον, καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. διαπορουμένῳ δὴ οὖν ἐν τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ, προσῆλθεν διανοεῖσθαι, ὡς εἰ γε ὁτῳδηοῦν τρόπῳ διαλύσοι ἦν φρουρὰν τῶν Ῥωμαίων, καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴ,ν διάβασιν ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων, οὐχ οἷόν τε ἦν ἅμα ἀμφοτέρων κρατῆσαι. ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι, καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἁμωσγέπως μετασκευάσαι, οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων, καὶ τῶν πετρῶν ὅ, τι ἀντίξουν διακολάπτων καὶ παραιρούμενος, οὐ χαλεπῶς διαβήσεσθαι. ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε. ἐσκήπτετο ἀθρόον νόσῳ τινι δεινῇ τε καὶ ἀνηκέστῳ ἑαλωκέναι, καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καἰ τὸ ξυμπεσὸν ὀλοφυρόμενος· ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι, καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκεν μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, καὶ λάθρα ἐξάγειν τὰ ἀπόῤῥητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον· (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο, καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε·) μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς ῾Ρωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
