# Historiae 19

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/19

ιθ΄. Ναρσῆς δὲ, ἐπεὶ ἔξεπολιόρκητό οἱ ἡ Λοῦκα, καὶ οὐ- δὲν ἔτι ἀντιιπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤ ετο χρῆναι, οὐδ᾿ ὅσον ἀναπνεῦσαι τῶν πόλων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρατηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα, καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμιν τε αὐτῷ παραδοὺς ἀξιόχρεων, καὶ ὅσηῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος, ἠπείγετο ἰθὺ τῆς 'Ραβέννης ιέναι, ἐφ᾿ ᾦ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει· ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα, καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει. ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φρόγγων ἔμελλεν ἔσεσθαι, οἶς γε πολέμιον μὲν τὸ πνῖγος, καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύοθς ἀεὶ, καὶ ῥωμαλεώτατοι γίγνονται, καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως, τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι, καὶ οἶον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο, καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχαγοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχειμάζειν ἐκέλευσεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἑς Ῥώμην ἅπαντας καὶ ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξαμένους. καὶ οἱ μὶν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν, μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους, καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἶς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι, καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα τέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν, καὶ τῆς ἐν τούτοις ἐπιμελείας. εἴπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς ξύμπαντας ἄνδρας ἐς τετρακοσίους, ἐπὶ Ῥάβενναν ᾔνει.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
