# Historiae 20-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/20-2

κ'. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόῤῥω τῶν νυκτῶν τὰς ἀκάτους ὁπόσας ἐφ᾿ ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν κωὶ συζεύξας , λανθάνει τοὺς ῾Ρωμαίους γέφυράν τέ τινα ἐξ αὐτομάτου πηξάμενος , καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέραν διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει· μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος, τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο, πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα- γόμενοι, ἀπεχώρησαν. δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων των εἷλον οἱ πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβάνεσθαι μέλλοντες, τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατεθάῤῥησαν, ἀντὶτοῦ μείζονος, οἶμαι, καὶ προὔπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἐλόμενοι, καὶ μετέσχον μᾶλλον ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους ἀπεκομίσθησαν. τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι Βούζην μὲν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων, καὶ ἀλεξήσοντα ἐς ὅ, τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι, ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελθόντες, διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν- νους ὁπλίτας, καὶ Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκον- τοβόλους. ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρούλων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους, καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν ῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
