Ancient Greek · ~15 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 20.1
Not analysed yet
κ΄. Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελτῷ φὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ· οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν, καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Τότθων πράγματα μετεχώρει ,μόνος γε πέφηνεν τότε σύνεις τὸ ξυνοῖσον, καὶ στοχαζόμενος τῶν μελλόντων. βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων, προσῆλθεν ἐννοεῖν ὡς ἀρ’ οἱ θράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς ξυμμαχίας ὄνομα ποιοῦνται ,ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βουλόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται ,οἶς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι φράγγους, καὶ ἀφαιρήσονται τῶν πατρίων νομίμων αὐτούς. ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορδίᾳ πιεζόμενος, ἄμεινόν οἱ κατεφάνη, τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι, καὶ τολοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας, κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. ὅσων γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθος ἔνεστι τὴν Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ανακομίασασθαι, καὶ μὴ μέχρι παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὐν αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει, καὶ ἅπασι τοῖς ὁμοφύλοις I. παράδειγμα εὐβουλίας γενέσθαι. καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον ὡς ἐθέλοι πρὸς τὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγνεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο. ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγμένος, τάς τε κλείς τῆς Κύμης ἐνεχείρισε, καὶ ἃπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρήσεως, καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο ἀντιδωρεῖσθαι· τότε δὲ εὐθὺς, ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι, αὐτήν τε τὴν πόλιν καὶ τὰ χρήματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας. τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἱ διαχειμάσοιεν. καὶ οὕτω ἅπαντα ἐπράττετο. ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἐχήρευε, δύο δὲ ἄνδρ’ ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο, καὶ ἅπαντα σφισιν ἄμεινον ᾤοντο ἔσεσθαι εἴ γε ἐκεῖνος ἡγοῖτο· τοὺς δὲ ὁ Σινδουὰλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα, καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἶς δὴ καὶ Ναρσῆς θέμενος, τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν, κὼ ἔστελλεν καὶ τοὺς ὅπη ἄριστα ῆμελλον διαχειμάζειν. τὸν δὲ Ἀλιγερνον εἰς Κησσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημένον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος, ὑπερκύπτειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον,) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα, καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύ- μην πορείᾳ, καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων· καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Θράγγους,ξ ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τολοιπὸν ἐπειγομένους, καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τι πλούτου παντὸς ὑπὸ Ῥωμαίων κατεχομένου, καὶ αὐτῶν γε δὴ παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἶ γε καί τις τολοιπὸν βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίτιμος, ἀλλ’ ἀμφιέννυσθαι γόνον στρατιωτικὴν ἐφε- στρίδα, καὶ ἰδιωτεύειν τῷ σχήματι. οἱ δὲ Θράγγοι ἐφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδοροῦντο, καὶ προδότην ἐπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγίγνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμελεῖν αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.