# Historiae 22

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/22

κβ΄. Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ὁ Ναρσῆς, βαρβαρικήν τινα στρατηγιᾶν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο ἐκέλευε γὰρ τοὺς ἀμφ’ αὐτὸν στρέψαντας τὰ νῶτα, ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς δὴ δεδιότας καὶ φεήο1φας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦπεδίου.αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, καὶ ἔφευγον. οἱ δὲ Φράῃοι τῇ φυγῇ ἐξηπατημένοι, καὶ ἀληθὲς τὸ δέος εἷναι ὑποτοπήσαντες, αὐτίκα θαῤῥαλέοι τήν τε φάλαγγα διέλυσαν, καὶ τῆς ὕλης ὑπεκβάντες, ἐς τὴν δίωξιν ἠπείγοlτο. καὶ πρῶτοι μὲν ́ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τόν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες, καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκπὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι, χύδην τε καὶ ἀφύλαπα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ 'Ρωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν, οὕτω δή τι ἐγγύτατ τοῦ ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδιῴ ἐσκκδάννυντο, τῆς ὕλης ὡς ποῤῥωτάτω ἀποσπασθέντες, τότε δὴ ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ 'Ρωμαῖοι τοὺς ἵππους, καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες, ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι, καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ- ῥεῖ. οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ περιστάντος κινδύνου, καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην αὐθις καὶ τὸ σφῶν στρατόπεδον, ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες, καὶ οἶον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακόσιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο, καὶ ἐπὶ τοὺς σφετέρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικόμενος, καὶ ἅπαντα τὰ τῇδε ἄρισταδιαθεὶς, ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
