# Historiae 23

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/23

κγ΄. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ πρότερα χωρία κατάραντες, μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατὸν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ, ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει τοῦ προτερήματος. τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες, ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιωμένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. τότε δὴ οὖν ὁ Γερμανὸς, ἅτε δὴ νεώτατος ὢν καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευε, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον συμπλεκόμενος· τῷ τοι ἄρα καὶ πλήττεται βέ- λει τὸν μηρὸν, ὡς μικροῦ δεῖν μελλῆσαι πλὴν ἀλλ’ ἡ τῶν ἐφεστηκότων πραγμάτων ἀνάγκη, καὶ τὸ μἐγεθος γεθος τοῦ ἐγχειρήματος ἐγκρατἐστερα τῆς ἀδὐνης γεγένηται· καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καἰ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρἰσασθαι. τότε μὲν οὖν διελύετο ἥ μάχη· καὶ οἰ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινὠσκοντες C ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις, εἶτα μέχρι παντὸς συστάδην διαγωνἰξεσθαι. εἰς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγίων φορᾶ, καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ’ αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πέδια, καὶ πρὸς τὸν Ζαβεργἀν τε καὶ τὸν ἀμφ’ αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττη- μένους. οἱ δὲ ἀνὰ τὴν Ἑλλἀδα πρότερον ἐσταλμένοι, οὐδέν τι ἀξιαφἠγτον ἔδρασαν, μήτε τῷ Ἰσθμῶ προσβαλόντες, μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν τῶν ἰδρὐσθαι τεταγμἐνων Ῥωμαἰων. τοιγἀρτοι ἀποχωρἠσαντες καὶ οἵδε, τῆς ἐπὶ τὴν Θράκην εἴχοντο πορείας, ὡς έν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησὀμενοι, καὶ τολοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγου- ροι· τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντo οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπίλουν. ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε τὰ λύτρα τῶν ξυνειλημμένων, καὶ ὅπως εἰρηναῖοι τολοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καί δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο, καὶ δὴ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ, καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέ- λει. οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες, καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀναλαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
