# Historiae 3-4

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/3-4

γ΄. Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἲ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο τὰ σφέτερα αὐτῶν δικαιώματα ᾖ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ ἐπικλήματος, καὶ ἔλεξαν τοιάδε· „Ἀπόχρη μὲν, ὠ δικαστὰ, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν , ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καἰ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἁμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἧμιν διανυσθήσεται τ·ὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα, ναὶ οἶα τοῦ μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. ποία γὰρ αὐτοῖς λελείψεται σκῆψις, ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ σύμμαχον καί ὁμοδίαιτον καὶ ὁμόσπονδον, καὶ ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα, καὶ τί δὲ οὔχι τῶν οἰκειοτάτων κεκτημένον, ἀναίδην οὕτω διαχειρισαμένοις, καὶ πολλῇ τῇ δυσ- μενείᾳ χρῆσθαι καθ’ ὑμῶν φωραθεῖσι, τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστὰ, καὶ ἔθνους οὐκ ἀγεννοῦς, καὶ πρὸς ἀρετὴν ἐνεργότατος, καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκτονότων. ἀνατετράφαται δὲ τὰ Κόλχων πράγματα καὶ διεῤῥύη, δὲ τὰ κοινὰ, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώτων καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐῤῥωμένη, ἀλλᾷ βραχεῖά γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι συνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. ταῦτα δὴ οὖν ἄπαντα δράσαντες, οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται διερευνᾷν καὶ προσίεσθαι, καὶ διὰ τινων ἀφανῶν τε– κμηρίων καὶ οἷον εἰκότων χωροῦντας, ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην, ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. ταῦτα γὰρ δὴ τὰ σοφίσματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλλοῦντες, παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προσθεῖεν, γινωσκόν- των, ὧ δικαστὰ, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προὖπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὶν ἀπεκτόνασι τὸν ἄνδρα διαῤῥήδην φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφισιν αὐτοῖς, ἢ πῶς, τὴν πρᾶξιν δεινὴν ἀποκαλοῦντες, ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τνγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
