# Historiae 5-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/5-2

ε'. Τότε γὰρ καὶ ἐφεξῆς ἐπὶ πλείστας ἡμέρας κίνησις τῆς γῆς ἐγίνετο, βραχεῖα μὲν καὶ οὐχ οἵα τὴν ἀρχὴν ἐπῆλθε, ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι· τερατεῖαί τε εὐθὺς καὶ προαγορεύσεις παράλογοι, ὡς αὐτίκα μάλα καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες καὶ οἶον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ὅπα ἂν ἐδόκει αὐτοῖς, ἐχρησμῴδουν, καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν, τουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοι οἱ μαίνεσθαι εἰκῆ καὶ δαιμονᾷν ὐποκρινόμενοι, δεινότερα ἐπεφήμιξον, ὡς δὴ ὑπὸ τῶν προσπεφυκότων αὐτοῖς φασμάτων τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυ χοῦντες. ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογι- ξόμενοι, μείζονας συμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνατροπὴν τῶν πραγμάτων ἐδήλουν καὶ ὐπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς δεινοῖς ἀεί ὁ τῶν τοιούτων ἀνθρώπων ἐσμὸς ἀναφύεσθαι. ἐψευσατο δὲ ὅμως εὖ ποιοῦσα ἐκατέρα μαντεία. ἐχρῆν γὰρ, οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὁνειροπολοῦντας, καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι καταλιμπάνοντας. ἀλλὰ γὰρ οὐδεὶς. ὅστις ἦν ἐν τῷ τότε ὃ μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἐκασταχοῦ καὶ ᾠδαὶ ἱκετἠριοι ἠκούοντο, ἁπάντων εἰς τοῦτο ἀγειρομένων· νων· τά τε λόγῳ μὲν ἀεὶ ἐπαινούμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιοὐμενα, τότε δὴ προθυμότατα ἐπράττετο· δίκαιοί τε γὰρ ἀθρόον ἀπεδείκνυντο ἂπαντες ἐς τὰ συμβόλαια τὰ πρὸς ἀλλήλους, ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ τῶν νόμων τὰς δίκας ποιεῖσθαι· τούς τε ἄλλως δυνατοὺς ἐφ’ ἑαυτῶν ἠρεμοῦντας, ὠιά τε δρᾷν καὶ ἀπέχεσθαι τῶν αἰσχίστων. ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἒξαλλάξαντες, μονήρη τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, καὶ τιμὰς καὶ χρἠματα καὶ ὁπόσα ἥδιστα παρ’ ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι. πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ οἱ κράτιστοι τῶν ἀστῶν, περινοστοῦντες τὰς λεωγύρους, ἐδωδῇ τε ἀφθόνῳ καὶ περιβολαίοις ἐφιλοφρονοῦντο τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγκαῖα ἐρανιὅμως ξόμενοι. ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως ἔναυλον εντι τὸ δέος ὑπῆρχεν ἐπεὶ δὲ λώφησις τις καὶ ἀναχωχἠ τοῦ κινδύνου ὐπεγαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν εἰς τὰ εἰθισμένα. καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς, οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργὸς, ὁποῖά ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβριθεστάτης τῷ λογισμῷ πέγυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἂτακτος καὶ οἶον ἐμπορία σφαλερωτάτη, ἐφ’ ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης ἀπογευόμεθα ἔστ’ ἂν τὸ δεδιέναι παρῆ.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
