# Historiae 6

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/6

ς΄. Ταῦτα ἐπειδὴ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλδος μὲν ἦν γὰρ μειράκιον ἀγεννὲς καί ἀπόλεμον, ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει, καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο,) τούτων δὴ οὖν ἕκατι οὐ μάλα ὅ γε τῶν πρέσβεων ἦν, οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρπώσασθαι πόνους. Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἶ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ’ αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ, καὶ τὸ γένος Ἀλαμανὼ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. οἱ δὲ Ἀλαμανοὶ, εἴγε χρὴ Ἀσιννίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερ- μανικὰ τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρω- ποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία. τούτους δὲ πρότερον Θευδέριχος ὁ τῶν Γότθων βασιλεὺς, ἥνικα καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος, κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπεβίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς τοὺς καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ ομάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἔξίστανται χωρίων, καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ῳον τὸ χρῆναι δυνάμεις, καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης ἀγωνιούμενοι, ἀλλ’ ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας, καὶ τοῦ μὴ πάμπαν ἀπολωλέναι ἀναῤῥίψοντες κίνδυνον. καὶ τοίνυν τὸ τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες, ἑκουσίαν πεποίηνται τὴν ἀνάγκην. οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων ἀφειμένον Θευδίβερτος αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
