# Historiae 7.1-2

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/7.1-2

ζ'. Οἱ δὲ ἄνλλοι Πέρσαι ἐς τρισχιλίους ἱππότας μαχί- μους ξυντεταγμένοι, ἄραντες ἔκ τε Κοταϊσίου καὶ Mουχειρίσι- δὸς, ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. πορευομένοις δὲ αὐτοῖς ἐκμελέστερον, καὶ οὐδενότι πολέμιον διανοουμένοις, ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν Δαβράγεζαν καὶ Οὐσίγαρδον, κα τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες, εὐθὺς ἐς φυγὴν ἔτρεψαν. τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥωμαίοις, αὐτίκα οἵ γε θαῤῥαλεώτερον ἐπιφερόμενοι, τὰ τε παραπετάσματα ἐκείνα καθεῖλκον, καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τολοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων, καἰ οὐδενὸς ἔτι ἐνοχλήσοντος. ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθεν στρατὸς, ᾑπερ τὴν ἀρχὴν ᾠήθησαν, ὀλιγοῖ δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ’ αὐτοὺς ἀλαλάζοντες. οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες, ἐς παλίωξιν μετεχώρουν, καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. ἕποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καἰ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν σκειν ἐπειγομένων, ἄμφω, τούς τε φεύγοντας ἅμα καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα μιγάδην ἱκέσθαι. θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκὸς, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, κω δὴ ξὺν τοῖ, στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε διαγνωναι αναμειναντες ὁ, τι ποτέ εστι τὸ γεγενημενον, ἡ οπο- σοι ὄντες αὐτοὶ, εἶτα ὑφ’ ὅσων ἐλαύνονται. ἀλλ’ ᾔεσαν οὕτω δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος. οἱ δὲ πέρσαι κατὰ τὸ μᾶλλον θαρσήσαντες, πλέον ἐδίωκον. ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα,) ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις, ὁμόσε τε τολοιπὸν ἐπισπόμενοι, λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι ἔξω βελῶν ἀπεκομίσθησαν, ὠκύτατα διαθέοντες· χοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο πιεζόμενοι τῇ γεφύρᾳ τοῦ Καθαροῦ λεγομένου ποταμοῦ, δι’ ἦς ἔδει πάντως πορεύεσθαι. ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἶοι τε ὄντες, ὠθίζοντο ἀλλήλους κὼ ἀντώθουν. καὶ οἱ μὲ αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες, ὑπὸ τὰς τῶν πολεμίων ἐγίγνοντο χεῖρας. καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις. ἀνακεκραμένα. ἴσως δὲ ὃν ἅπαντες ἐν τῷ τότε Πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς, βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων, ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας ἅμα τῇ οἰκείᾳ δυνάμει, καὶ ἀντιταξάμενος τοῖς βαρβάροις, ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάν- τες, ἐν τῷ ἀσφαλεῖ μόλις ἐγένοντο ᾗπερ καὶ οἱ ἄνλλοι ἅπαντες. ἐν μὲν γὰρ τῷ προτέρῳ στρατοπέδῳ, ὃ δὴ ἀγχοῦ Ἀρχαιοπὁλεως ἐπεποίηντο , οὐδεὶς ὅστις αὐτῶν ἐπανῆκε. παραδραμόντες δὲ τοῦτο ὑπὸ τοῦ δέους, καὶ ἅπαντα ὁπόσα ἐπήγοντο ἐδώδιμά τε καὶ ἄνλλως ἀναγκαῖα καὶ τίμια ἐνταῦθα καταλελοιπότες, ταλελοιπότες, καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
