# Historiae 9

Agathias Scholasticus, Historiae, ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathias-scholasticus/historiae/9

θ'. Εὖθύς δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος προσῆγε τὸν στρατόν. οἱ δὲ σὺν πολλῷ πόνῳ ἐς τὸ γεώλοφον ἀναβάντες, καὶ τῷ φρουρίῳ πελάσαντες, αὐτίκα τοῖς δορατίοις ἠκόντιζον τῶν ἐν ταῖς ἐπάλξεσι φαινομένων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων, σφενδόναι τε ἐφέροντο μετάρσιοι, καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖ- τὸ. οἱ δὲ ἀμφὶ τὸν Ἀλίγ́ερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι, οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτοξεύοντες διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες, καὶ φιτροὺς καὶ πελέκεις, καὶ ὅπερ ἂν οὐ πόῤῥω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ, τι παρεῖτο. τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς 'Ρωμαιοις ἀρίδηλα ἦν. ῥοίζῳ τε γὰρ πολλῷ καὶ ταχυτῇτι οὐ σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη· ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν, ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαῤῥήγνυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν ἐῤῥᾳθυμηέων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύ- ματός τε ἡγεῖτο 'Ρωμαϊκοῦ, καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις ἐτέλει,) ἰδὼν γοῦν Ἀλίγερνος αὐτὸν, σιδήρῳ τε τεθωρακισμένον, νὼ φρονήματι ξὺν πολλῷ τῷ τείχει ἐπιφερόμενον, ἀφίησι βέλος λος αὐτῷ ἐκ τοῦ μετεώρου, καὶ αὐτίκα διεπερονησεν τον ανδρα διαμπὰξ αὐτῷ θώρακι καὶ ἀσπίδι· οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν, καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· πολλαῖς μὶν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο, καὶ οὐδὲν οὐδὲν ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον, καὶ οἱ Γότθοι ἔνδηλοι ἠσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκάᾳ.

---

Agathias Scholasticus, Historiae, ed. B.G. Niebuhr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4024.tlg001.local001/.
