# Fragmenta 2

Agathocles, Fragmenta, Fragment 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathocles-hist/fragmenta/2

Athenaeus IX: Περὶ δὲ ὑῶν, ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν, Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ Περὶ Κυζίκου φησὶν οὕτως· «Μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία. Λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς, καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος, ἀνεπάϊστον τοῖς παριοῦσιν ἐτίθει. Διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται, καὶ οὐ (φησὶ) τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑῒ, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται.» Τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῆς.

---

Agathocles Hist., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0688.tlg005.local001/.
