# Fragmenta 6-2

Agathocles, Fragmenta, Fragment 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathocles-hist/fragmenta/6-2

Idem XIV: Ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσι καλουμένων κοννάρων καὶ παλιούρων. Μνημονεύει δὲ αὐτῶν Ἀγαθοκλῆς ὁ Κυζικηνὸς, ἐν τρίτῃ τῶν Περὶ τῆς πατρίδος, λέγων οὕτως· «Κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον, ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ὃ ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. Ἔστι δὲ τὸ δενδρίον τῷ μεγέθει μὲν πτελέης καὶ πεύκης οὐδέν τι μεῖον. Ἀκρέμονας δ' ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ' ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρὸν, τῇ φυῇ περιφερές. Καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου. Γλυκὺς δὲ πάνυ ὁ καρπὸς, μέγεθος κατὰ φαυλίην ἐλαίην, καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. Καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα, οὐ μάξαντες, οὐδ' ὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν.»

---

Agathocles Hist., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0688.tlg005.local001/.
