# Fragmenta 1

Agathon Samius, Fragmenta, Dfhg-Source dfhg4_AGATHON_SAMIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathon-samius/fragmenta/1

Γεννᾶται δ ̓ ἐν αὐτῷ (Τανάῖδι) βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων Φρύξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστι μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται· μάλιστα δὲ φύεται παρὰ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δέ ἐστι ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας· καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Σκυθικῶν.

---

AGATHON SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2566.tlg002.local002/.
