# Fragmenta 2-3

Agathon Samius, Fragmenta, 2 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathon-samius/fragmenta/2

Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δ ̓ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος. Ἱερὸν δέ ἐστιν ὄνομα ὄρους. Καθήκει δὲ τὸ ὄρος εἰς τὸν Εὔξεινον Πόντον. Μέμνηται αὐτοῦ Κτησίας, καὶ Σουίδας ἐν βʹ περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστερον δὲ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ, ὃς καὶ ἀπέχειν αὐτό φησι σταδίους ἑκατὸν τῆς Τραπεζοῦντος.

---

AGATHON SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2566.tlg002.local002/.
