# Fragmenta 4

Agathon Samius, Fragmenta, Dfhg-Source dfhg4_AGATHON_SAMIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/agathon-samius/fragmenta/4

Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας· ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ, τῷ γένει Τιρύνθιος, ἐν τῷ Κακκυγίῳ ποιμαίνων ὄρει, καὶ κατ ̓ ἄγνοιαν τῇ Ῥέᾳ συγγινόμενον τὸν Δία θεασάμενος, ἐμμανὴς ἐγένετο, καὶ μεθ ̓ ὁρμῆς ἐνεχθεὶς, ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα· ὃς ἀπ ̓ αὐτοῦ Ἁλιάκμων μετωνομάσθη· προσηγορεύθη δ ̓ Ἴναχος δι ̓ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττε, κατόπιν ἀκολουθῶν· ὁ δ ̓ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐριννύων· ἀφ ̓ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπ ̓ αὐτοῦ Ἴναχος μετωνομάσθη. Γεννᾶται δ ̓ ἐν αὐτῷ βοτάνη, Κύουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν. (Eadem, laudato Agathone, Stobaeus Flor. 100, 10.) Γεννᾶται δ ̓ ἐν αὐτῷ καὶ λίθος, Βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀργολικοῖς· μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Περὶ ποταμῶν.

---

AGATHON SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2566.tlg002.local002/.
