# Fragmenta 262

Alcaeus, Fragmenta, Fragment S262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcaeus-lyr/fragmenta/262
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alcaeus-lyr/fragmenta/262
CTS URN: urn:cts:greekLit:tlg0383.tlg003:262

...]σαντας αἰσχυν[...]τα τὰ μἤνδικα,
...]ην δὲ περβάλοντ' [ἀν]άγκα
αὔ]χενι λα[β]ολίωι π.[..]αν·
......] Ἀχαίοισ' ἦς πόλυ βέλτερον
αἰ τὸν.....]..η̣ν̣τ̣α̣ κατέκτανον·
ἴσως κε π]α̣ρ̣π̣λ̣έοντες Αἴγαις
ῤαϊτέρα]σ̣ ἔτυχον θαλάσσας·
ἀλλ' ἀ μ]ὲν ἐν ναύωι Πριάμω πάις
ἄγαλμ'] <Ἀθ>ανάας πολυλάιδος
ἀμπῆχ'] ἐπαππένα γενήω,
δυσμέ]νεες δὲ πόλιν † ἔπηπον
......]...[..].ας Δαΐφοβόν τ' ἄμα
κάτεκτ]αν, οἰμώγα δ' [ἀπ]ὺ τείχεος
ὄρωρε, κα]ὶ παίδων ἀύτα
Δαρδάνι]ον πέδιον κατῆχε·
Αἴας δὲ λ]ύσσαν ἦλθ' ὀλόαν ἔχων
ἐς ναῦο]ν ἄγνας Πάλλαδος, ἀ θέων
θνάτοι]σι θεοσύλαισι πάντων
αἰνο]τάτα μακάρων πέφυκε·
χέρρες]σι δ' ἄμφοιν παρθενίκαν ἔλων
σέμνωι] παρεστάκοισαν ἀγάλματι
ὔβρισσ'] ὀ Λ[ό]κρος, οὐδ' ἔδεισε
παῖδα Δ]ίος πολέμω δότε[ρ]ραν
[ ]ν· ἀ δὲ δεῖνον ὐπ' [ὄ]φρυσιν
[ ]π[ε]λ[ι]δνώεισα κὰτ οἴνοπα
[ πόν]το[ν], ἐκ δ' ἀφάντοι[ς
[ ]..ἐκύκα θυέλλαις
[ ]φ̣[ . . .

---

Alcaeus Lyr., Fragmenta. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0383.tlg003.local001/.
