# Ὀδυσσεύς 13-16

Alcidamas, Ὀδυσσεύς, 13 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcidamas/text/13

οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε πολλὰ ἐκ τῶν νεῶν ὑφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐδεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκούσαντες τῶν γενομένων. Ἄλεῳ γὰρ τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ Ἄλεως διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος ἐπ᾿ Αὐγέαν εἰς Ἦλιν, καὶ αὐτὸν ξενίζει ὁ Ἄλεως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ὁ πατὴρ ᾔσθετο Ἄλεως, μεταπέμπεται τὸν τούτου πατέρα, πυθόμενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι. ὁ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ ὡς γίγνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ Ἄλεως αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Τεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ, δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι.

---

Alcidamas, Ὀδυσσεύς, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0610.tlg001.local001/.
