# Ὀδυσσεύς 28

Alcidamas, Ὀδυσσεύς, [ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcidamas/text/28

πυρσοὺς αὖ ἐσοφίσατο, ἀλλ᾿ ἐπὶ τῷ ἡμετέρῳ κακῷ, ὃ διενοεῖτο ποιεῖν, χρήσιμον δὲ τοῖς πολεμίοις. ἀρετὴ δέ ἐστιν ἀνδρὸς τοῖς ἡγεμόσι προσέχειν καὶ τὸ προσταττόμενον ποιεῖν καὶ τῷ πλήθει ἀρέσκειν παντί, αὑτόν τε παρέχειν ἄνδρα πανταχοῦ ἀγαθόν, τούς τε φίλους εὖ ποιοῦντα καὶ τοὺς ἐχθροὺς κακῶς. ὧν τἀναντία πάντων οὗτος ἐπίσταται, τοὺς μὲν ἐχθροὺς ὠφελεῖν, τοὺς δὲ φίλους κακῶς ποιεῖν.

---

Alcidamas, Ὀδυσσεύς, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0610.tlg001.local001/.
