# Ὀδυσσεύς 6

Alcidamas, Ὀδυσσεύς, [ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcidamas/text/6

συνιόντων δὲ ἡμῶν ὁμόσε τοῖς ἀνδράσιν, ἐκδραμὼν τοξότης ἐκ τῶν πολεμίων ἐστοχάσατο τούτου, ἁμαρτὼν δὲ αὐτοῦ βάλλει ἐγγὺς ἐμοῦ· οὗτός τε λόγχην ἀφίησιν ἐπ᾿ αὐτόν, καὶ ἐκεῖνος ἀνελόμενος ᾤχετο εἰς τὸ στρατόπεδον. ἐγὼ δὲ ἀνελὼν τὸν οἰστὸν δίδωμι Εὐρυβάτῃ δοῦναι Τεύκρῳ, ἵνα χρῷτο. ἀνοχῆς δὲ γενομένης ἀπὸ τῆς μάχης ὀλίγον χρόνον, δείκνυσί μοι τὸν οἰστὸν ὑπὸ τοῖς πτεροῖς γράμματα ἔχοντα.

---

Alcidamas, Ὀδυσσεύς, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0610.tlg001.local001/.
