Ancient Greek · ~20 min
Dfhg-Source dfhg4_ALCIMUS_SICULUS
ALCIMUS SICULUS, Fragmenta 7.1
Not analysed yet
Πολλὰ δὲ καὶ παρ ̓ Ἐπιχάρμου τοῦ κωμῳδιοποιοῦ προσωφέληται, τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν τοῖς πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα. Ἔνθα καὶ ἐν τῷ πρώτῳ φησὶ ταῦτα· «Φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων· σκεπτέον δέ. Ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ τῷ ποσῷ διαμένον, ἀλλ ̓ ἀεὶ ῥέον καὶ μεταβάλλον· ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμὸν, τούτων οὔτε ἴσων οὔτε τιῶν οὔτε ποσῶν οὔτε ποῶν ὄντων. Ταῦτα δ ̓ ἔστιν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. Νοητὸν δὲ οὗ μηδὲν ἀπογίνεται μηδὲ προσγίνεται. Τοῦτο δ ̓ ἔστιν ἡ τῶν ἀϊδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. Καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· A. Ἀλλ ̓ ἀεὶ τοὶ θεοὶ παρῆσαν, ὑπέλιπον δ ̓ οὐ πώποκα· τάδε δ ̓ ἀεὶ πάρεσθ ̔ ὅμοια, διά τε τῶν αὐτῶν ἀεί. B. Ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. A. Πῶς δ ̓; ἀμάχανόν γ ̓ ἀπ ̓ οὗτινος εἶμεν ὅ τι πρᾶτον μόλοι. B. Οὐκ ἄρ ̓ ἔμολε πρᾶτον οὐδέν; A. Οὐδὲ μὰ Δία δεύτερον τῶνδέ γ ̓ ὦν ἄμμες ὧδε λέγομες. Ἀλλὰ τᾷδ ̓ ἄθρει· αἴ ποτ ̓ ἀριθμόν τις περισσὸν, αἱ δὲ λῇς, τιν ̓ ἄρτιον ποτιθέμεν λῇ ψᾶφον ἢ καὶ τῶν ὑπαρχοισᾶν λαβεῖν, ἦ δοκεῖ κά τοι τόχ ̓ ωὑτὸς εἶμεν; B. Οὐκ ἐμίνγα κα. A. Οὐδὲ μὰν οὐδ ̓ αἰ ποτὶ μέτρον παχυαῖον ποτιθέμεν. λῇ τις ἕτερον μᾶκος ἤ τῶ πρόσθ ̓ ἐόντος ἀποταμεῖν, ἔτι χ ̓ ὑπάρχοι τῆνο τὸ μέτρον; B. Οὐ γάρ. A. Ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὃ μὲν γὰρ αὔξεθ ̓, ὃ δέ γα μὰν φθίνει· ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. Ὅ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ ̓ ἐν ταὐτῷ μένει, ἕτερον εἴη κα τόδ ̓ ἤδη τῶ παρεξεστακότος. Καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ ̓ ωὑτοὶ καττὸν αὐτὸν αὖ λόγον.» Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· «Φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ ̓ αὐτὴν καθ ̓ αὑτὴν ἐνθυμεῖσθαι, μηδὲν τῷ σώματι χρωμένην. Διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. Ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ ̓ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθ ̓ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν· ἐνθυμουμένους ὅτι τὰ παρ ̓ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. Ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα· τὰ δ ̓ ἄλα ταύταις ἐοικέναι, τούτων ὁμοιώματα καθεστῶτα. Ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει· Α. Ἆρ ̓ ἔστιν αὔλησίς τι πρᾶγμα; Β. Πάνυ μὲν ὦν. A. Ἄνθρωπος ὦν αὔλησίς ἐστιν; B. Οὐδαμῶς. A. Φέρ ̓ ἴδω, τίς αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος. οὐ γάρ; B. Πάνυ μὲν ὦν. A. Οὐκ ὦν δόκει οὕτως ἔχειν τοι καὶ περὶ τὠγαθῶ; τὸ μὲν ἀγαθὸν τὶ πρᾶγμ ̓ εἶμεν καθ ̓ αὖθ ̓· ὅζτις δέ κα εἰδῇ μαθὼν τῆν ̓, ἀγαθὸς ἤδη γίγνεται, ὥσπερ γα τὰν αὔλησιν αὐλητὰς μαθὼν, ἢ ὁρχησιν ὀρχηστάς τις, ἢ πλοκεὺς πλοκὰν, ἢ πᾶν γ ̓ ὁμοίως τῶν τοιούτων ὅ τε τὺ λῇς, οὐ χ ̓ αὐτὸς εἴη τᾷ τέχνᾳ· τεχνικός γα μάν. Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν· «Εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. Τίνα γὰρ ἂν τρόπον, φησὶ, διεσώζετο τὰ ζῷα μὴ τῆς ἰδέας ἐφαπτόμενα, καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα;» Νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται. Πῶς οὖν ὁ Ἐπίχαρμος; Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ ̓ ἓν μόνον, ἀλλ ̓ ὁπόσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει. Καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῇς καταμαθεῖν ἀτενὲς, οὐ τίκτει τέκνα ζῶντ ̓, ἀλλ ̓ ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν· τὸ δὲ σοφὸν ἁ φύσις τόδ ̓ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. Καὶ πάλιν· Θαυμαστὸν ὦν οὐδὲν ἐμὲ ταῦθ· οὕτω λέγειν, οὐδ ̓ ἁνδάνειν αὑτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφύκει· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοτ, ὄνος δ ̓ ὄνῳ κάλλιστον, ὗς δὲ θὴν ὑτ.» Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεσσάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγινομένην ὠφέλειαν.