Ancient Greek
LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
Alciphron, Epistulae 10 [I 10]. Κέφαλος Ποντίῳ.
Not analysed yet
Τὴν μὲν θάλατταν, ὡς ὁρᾷς, φρίκη κατέχει καὶ τὸν οὐρανὸν ὑποβέβηκεν ἀχλὺς καὶ πάντα πανταχόθεν συννέφελα, καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσό- μενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατʼ οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολ- λάκις οὖν σώζονται ὑπʼ ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ, παραδόντες ἑαυ- τοὺς ἅπαξ τῷ πελάγει, ὑπʼ ἀμηχανίας τῇ τύχῃ τοὺς οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον, τοὺς δὲ κατὰ τὸν Σικε- λικὸν πορθμόν, ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώ- νιον καὶ καθαράν αἰθρίαν γενέσθαι, περινοστήσομεν ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς, ἵνʼ εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα, τοῦτο περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντί- δοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώ- πους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός, καὶ μάλισθʼ ὅταν εἰς τοὺς ὑμο- φύλους οὐκέτʼ ὄντας τὴν εὐποιίαν καταβάλλωνται.