# Epistulae 10 [I 37]. Μυρρίυη Νικίτππ τῃ.

Alciphron, Epistulae, LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/10%20%5BI%2037%5D.%20%CE%9C%CF%85%CF%81%CF%81%CE%AF%CF%85%CE%B7%20%CE%9D%CE%B9%CE%BA%CE%AF%CF%84%CF%80%CF%80%20%CF%84%E1%BF%83.

Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίλος, ἀλλʼ ἅπας ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμὰς καὶ κοι- μησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν- τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
