# Epistulae 11 [III 1]. Γλαυκίππη Χαρόπῃ.

Alciphron, Epistulae, LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/11%20%5BIII%201%5D.%20%CE%93%CE%BB%CE%B1%CF%85%CE%BA%CE%AF%CF%80%CF%80%CE%B7%20%CE%A7%CE%B1%CF%81%CF%8C%CF%80%E1%BF%83.

Οὐκέτʼ εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ πατήρ, τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερ- νητου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχο- φορίων ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ — ἐνορχεῖσθαι ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας· τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τού- τῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλʼ ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
