Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 13 [III 16]. Φυλλὶς Θρασωνίδῃ.
Not analysed yet
Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν, ὦ Θρασωνίδη, καὶ τῷ πατρὶ πείθεσθαι, ἔφερες ἄν [καὶ] τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκαιρα, καὶ ἡμῖν τοῖς γονεῦσι πυροὺς ἐκθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀποθλίψας καί, βδάλας τὰ αἰγίδια, τὸν γαυ- λὸν πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν 〈μὲν〉 καὶ γεωρ- γίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς, ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθο- φόρος. μή σύγε, ὦ παιδίον, ἀλλʼ ἐπάνιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου —καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους, οὐκ ἐνέδρας, οὐ φάλαγγας ἔχουσα —ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ, ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλό- μενος σωτηρίαν.