# Epistulae 14 [ΙΙΙ 50]. Βουκοπνίκτης Ἀρτοπύκτῃ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/14%20%5B%CE%99%CE%99%CE%99%2050%5D.%20%CE%92%CE%BF%CF%85%CE%BA%CE%BF%CF%80%CE%BD%CE%AF%CE%BA%CF%84%CE%B7%CF%82%20%E1%BC%88%CF%81%CF%84%CE%BF%CF%80%CF%8D%CE%BA%CF%84%E1%BF%83.

Οὐκ ἀνέχομαι ὁρῶν Ζευξίππην τὴν ἱππόπορνον ἀπηνῶς τῷ μειρακίῳ χρωμένην. οὐ γὰρ δαπανᾶται· εἰς αὐτὴν χρυσίον μόνον καὶ ἀργύριον, ἀλλὰ καὶ συνοικίας καὶ ἀγρούς. ἡ δέ, ἐπὶ πλέον ἐκτύφεσθαι τὸν ἔρωτα τούτῳ μηχανωμένη, τοῦ Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου, ἵνα 〈τὰ〉 τούτου κατασπαθήσασα οὕτως ἐπʼ ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον, ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον. ἃ γὰρ ἐκεῖνοι κατ᾿ ὀβολὸν συνήγαγον, ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἐνεδεί- ξατο· ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς ταύτην ἅπαντα 〈ἀνα〉τεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ, καλῶς, ὦ θεοί, καλῶς ἀπολαύσομεν τῆς πλη- σμονῆς. ἔστι γάρ, ὡς οἶσθα, ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμὰς τοὺς παρασίτους ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον, ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι θελγόμενος.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
