# Epistulae 15 [ΙΙΙ 51]. Λαιμοκύκλωψ Κρεολώβῃ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/15%20%5B%CE%99%CE%99%CE%99%2051%5D.%20%CE%9B%CE%B1%CE%B9%CE%BC%CE%BF%CE%BA%CF%8D%CE%BA%CE%BB%CF%89%CF%88%20%CE%9A%CF%81%CE%B5%CE%BF%CE%BB%CF%8E%CE%B2%E1%BF%83.

Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης νάματα ἔρωτι τῆς Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθήναζε κατεπείγομαι. οὐ γάρ με τῶν τρυφημάτων τῶν ἐν τούτοις οὐδὲν ἤρεσεν, ἀλλ᾿ ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς. ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί, καὶ πλείους παρ᾿ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν, ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπε- σθαι. οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες ἀσκωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερ- μὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες, εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες, καὶ σκύτεσι καὶ τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες. ἐμοὶ γένοιτο, πρόμαχε Ἀθηνᾶ καὶ πολιοῦχε τοῦ ἄστεος, Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου 〈οὐ〉 περιχυθέντος, ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀν〈τ〉έχεσθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
